8.290
Ὁ δὲ τῶν Ἱεροσολύμων βασιλεὺς Ἄσανος ἦν τὸν τρόπον ἄριστος καὶ πρὸς τὸ θεῖον ἀφορῶν καὶ μηδὲν μήτε πράττων μήτʼ ἐννοούμενος, ὃ μὴ πρὸς τὴν εὐσέβειαν εἶχε καὶ τὴν τῶν νομίμων φυλακὴν τὴν ἀναφοράν. κατώρθωσε δὲ τὴν αὑτοῦ βασιλείαν ἐκκόψας εἴ τι πονηρὸν ἦν ἐν αὐτῇ καὶ καθαρεύσας ἁπάσης κηλῖδος.
8.291στρατοῦ δʼ εἶχεν ἐπιλέκτων ἀνδρῶν ὡπλισμένων θυρεὸν καὶ σιρομάστην ἐκ μὲν τῆς Ἰούδα φυλῆς μυριάδας τριάκοντα, ἐκ δὲ τῆς Βενιαμίτιδος ἀσπίδας φορούντων καὶ τοξοτῶν μυριάδας πέντε καὶ εἴκοσι.
8.292ἤδη δὲ αὐτοῦ δέκα ἔτη βασιλεύοντος στρατεύει μεγάλῃ δυνάμει Ζαραῖος ἐπʼ αὐτὸν ὁ τῆς Αἰθιοπίας βασιλεὺς ἐνενήκοντα μὲν πεζῶν μυριάσιν ἱππέων δὲ δέκα τριακοσίοις δʼ ἅρμασι. καὶ μέχρι πόλεως Μαρήσας, ἔστι δʼ αὕτη τῆς Ἰούδα φυλῆς, ἐλάσαντος αὐτοῦ μετὰ τῆς οἰκείας δυνάμεως ἀπήντησεν Ἄσανος,
8.293καὶ ἀντιπαρατάξας αὐτῷ τὴν στρατιὰν ἔν τινι φάραγγι Σαβαθὰ λεγομένῃ τῆς πόλεως οὐκ ἄπωθεν, ὡς κατεῖδε τὸ τῶν Αἰθιόπων πλῆθος ἀναβοήσας νίκην ᾔτει παρὰ τοῦ θεοῦ καὶ τὰς πολλὰς ἑλεῖν μυριάδας τῶν πολεμίων· οὐδὲ γὰρ ἄλλῳ τινὶ θαρσήσας ἔλεγεν ἢ τῇ παρʼ αὐτοῦ βοηθείᾳ δυναμένῃ καὶ τοὺς ὀλίγους ἀπεργάσασθαι κρείττους τῶν πλειόνων καὶ τοὺς ἀσθενεῖς τῶν ὑπερεχόντων ἀπαντῆσαι πρὸς μάχην τῷ Ζαραίῳ.